
Ἦν τις ἀναχωρητὴς ἐν τῇ ἐρήμῳ βοσκόμενος
μετὰ τῶν Βουβάλων καὶ ηὔξατο τῷ Θεῷ λέγων·
Κύριε, ἔι τι ὑστερῶ, δίδαξόν με.
Καὶ ἦλθεν αὐτῷ φωνὴ λέγουσα· Εἴσελθε
εἰς τόδε τὸ κοινόβιον, καὶ εἴ τι ἐπιτάσσουσι σοι, ποίησον. Εἰσελθὼν δὲ εἰς τὸ κοινόβιον ἔμεινε καὶ οὐκ ἤδει
τὴν ὑπηρεσίαν τῶν ἀδελφῶν. Καὶ ἤρξαντο οἱ
μοναχοὶ οἱ μικροὶ διδάσκειν αὐτὸν τὴν ὑπαρεσίαν λέγοντες· Τοῦτο ποίησον, ἰδιῶτα, καὶ τοῦτο ποίησον, σαλὲ
γέρων. Καὶ θλιβόμενος ἠρξατο λέγειν πρὸς
τὸν θεόν*· †Οὐκ
οἶδα τὴν ὑπερεσίαν τῶν ἀνθρώπων·†
ἀπόλυσόν με πάλιν εἰς τοὺς βουβάλους.
Καὶ ἀπολυθεὶς πάλιν ἀπὸ τοῦ Θεοῦ ἀπῆλθεν εἰς χωρίον βοσκηθῆναι μετὰ τῶν
βουβάλων καὶ ἔστησαν παγίδας οἱ ἄνθρωποι ἐκεῖ καὶ ἐπίασαν βουβάλια. Ἐπιάσθη δὲ καὶ ὁ γέρων καὶ λέγει αὐτῶ ὁ
λογισμός· Βάλε τὴν κεῖρα σου καὶ λῦσον
σεαυτόν. Εἴπεν δὲ πρὸς τὸν
λογισμόν· Εἰ μὲν ἄνθρωπος εἶ, λῦσον
σεαυτὸν καὶ ὕπαγε πρὸς τοὺς ἀνθρώπους, εἰ δὲ βούβαλος εἶ, οὐκ ἔχεις χεῖρας. Καὶ ἔμεινεν εἰς τὴν παγίδα σῶος ἕως
πρωΐ. Ἐλθόντες δὲ οἱ ἄνθρωποι πιᾶσαι τοὺς
βουβάλους καὶ ἰδόντες τὸν γέροτα πεπιασμένον ἐφοβήθησαν. Καὶ αὐτὸς οὐκ ἐλάλησεν οὐδέν. Καὶ λύσαντες αὐτὸν ἀφῆκαν, καὶ ἐξῆλθε τρέχων ὀπισω
τῶν βουβάλων εἰς τὴν ἔρημον.
*
S: Κύριον
† C omits Οὐκ
οἶδα τὴν ὑπερεσίαν τῶν ἀνθρώπων·
No. 62, on p. 55, is very similar:
"There was an anchorite grazing with the antelopes [(Βουβάλων)] and he prayed to God saying: 'Lord, teach me in what I am lacking.' A voice came to him saying: 'Go to such-and-such a coenobion and do whatever they order you.' He entered the coenobion and stayed, but he did not know how to serve the brothers. The junior monks started instructing him how to serve the brothers, saying to him: 'Do this, stupid' and: 'Do that, crazy old man.' Distressed, he prayed to God saying: 'Lord, I do not know how to serve men; send me back to the antelopes again.' Released by God, he went off again into the countryside to graze with the antelopes [(Βουβάλων)]."Why does Worley translate these so differently? The French translation by Lucien Regnault (Les sentences des pères du désert: série des anonymes, Spiritualité orientale 43 (Solesmes & Bellefontaine, 1985), pp. 188-189 and 34 respectively) seems more consistent.
No comments:
Post a Comment